Esther 4:17

Then Mordecai went away and did everything that Esther had instructed him to do.

The hebrew text BETA

Hebrew Masoretic text (MA), Read from right to left

וַיַּעֲבֹר   מָרְדֳּכָי   וַיַּעַשׂ   כְּכֹל   אֲשֶׁר   צִוְּתָה   עָלָיו   אֶסְתֵּר  

Greek Septuagint (LXX), Read from left to right

καὶ βαδίσας Μαρδοχαῖος ἐποίησεν ὅσα ἐνετείλατο αὐτῷ Εσθηρ ~ καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα κυρίου καὶ εἶπεν ~ κύριε κύριε βασιλεῦ πάντων κρατῶν ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν Ισραηλ ~ ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ᾽ οὐρανὸν καὶ κύριος εἶ πάντων καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ ~ σὺ πάντα γινώσκεις σὺ οἶδας κύριε ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον Αμαν ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν Ισραηλ ~ ἀλλὰ ἐποίησα τοῦτο ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ ~ καὶ νῦν κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς Αβρααμ φεῖσαι τοῦ λαοῦ σου ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου ~ μὴ ὑπερίδῃς τὴν μερίδα σου ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου ~ ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα κύριε καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι ~ καὶ πᾶς Ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν ~ καὶ Εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο κυρίου θεοῦ Ισραηλ καὶ εἶπεν ~ κύριέ μου ὁ βασιλεὺς ἡμῶν σὺ εἶ μόνος βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ ὅτι κίνδυνός μου ἐν χειρί μου ~ ἐγὼ ἤκουον ἐκ γενετῆς μου ἐν φυλῇ πατριᾶς μου ὅτι σύ κύριε ἔλαβες τὸν Ισραηλ ἐκ πάντων τῶν ἐθνῶν καὶ τοὺς πατέρας ἡμῶν ἐκ πάντων τῶν προγόνων αὐτῶν εἰς κληρονομίαν αἰώνιον καὶ ἐποίησας αὐτοῖς ὅσα ἐλάλησας ~ καὶ νῦν ἡμάρτομεν ἐνώπιόν σου καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας τῶν ἐχθρῶν ἡμῶν ἀνθ᾽ ὧν ἐδοξάσαμεν τοὺς θεοὺς αὐτῶν δίκαιος εἶ κύριε ~ καὶ νῦν οὐχ ἱκανώθησαν ἐν πικρασμῷ δουλείας ἡμῶν ἀλλὰ ἔθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τὰς χεῖρας τῶν εἰδώλων αὐτῶν ἐξᾶραι ὁρισμὸν στόματός σου καὶ ἀφανίσαι κληρονομίαν σου καὶ ἐμφράξαι στόμα αἰνούντων σοι καὶ σβέσαι δόξαν οἴκου σου καὶ θυσιαστήριόν σου ~ καὶ ἀνοῖξαι στόμα ἐθνῶν εἰς ἀρετὰς ματαίων καὶ θαυμασθῆναι βασιλέα σάρκινον εἰς αἰῶνα ~ μὴ παραδῷς κύριε τὸ σκῆπτρόν σου τοῖς μὴ οὖσιν καὶ μὴ καταγελασάτωσαν ἐν τῇ πτώσει ἡμῶν ἀλλὰ στρέψον τὴν βουλὴν αὐτῶν ἐπ᾽ αὐτούς τὸν δὲ ἀρξάμενον ἐφ᾽ ἡμᾶς παραδειγμάτισον ~ μνήσθητι κύριε γνώσθητι ἐν καιρῷ θλίψεως ἡμῶν καὶ ἐμὲ θάρσυνον βασιλεῦ τῶν θεῶν καὶ πάσης ἀρχῆς ἐπικρατῶν ~ δὸς λόγον εὔρυθμον εἰς τὸ στόμα μου ἐνώπιον τοῦ λέοντος καὶ μετάθες τὴν καρδίαν αὐτοῦ εἰς μῖσος τοῦ πολεμοῦντος ἡμᾶς εἰς συντέλειαν αὐτοῦ καὶ τῶν ὁμονοούντων αὐτῷ ~ ἡμᾶς δὲ ῥῦσαι ἐν χειρί σου καὶ βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ εἰ μὴ σέ κύριε ~ πάντων γνῶσιν ἔχεις καὶ οἶδας ὅτι ἐμίσησα δόξαν ἀνόμων καὶ βδελύσσομαι κοίτην ἀπεριτμήτων καὶ παντὸς ἀλλοτρίου ~ σὺ οἶδας τὴν ἀνάγκην μου ὅτι βδελύσσομαι τὸ σημεῖον τῆς ὑπερηφανίας μου ὅ ἐστιν ἐπὶ τῆς κεφαλῆς μου ἐν ἡμέραις ὀπτασίας μου βδελύσσομαι αὐτὸ ὡς ῥάκος καταμηνίων καὶ οὐ φορῶ αὐτὸ ἐν ἡμέραις ἡσυχίας μου ~ καὶ οὐκ ἔφαγεν ἡ δούλη σου τράπεζαν Αμαν καὶ οὐκ ἐδόξασα συμπόσιον βασιλέως οὐδὲ ἔπιον οἶνον σπονδῶν ~ καὶ οὐκ ηὐφράνθη ἡ δούλη σου ἀφ᾽ ἡμέρας μεταβολῆς μου μέχρι νῦν πλὴν ἐπὶ σοί κύριε ὁ θεὸς Αβρααμ ~ ὁ θεὸς ὁ ἰσχύων ἐπὶ πάντας εἰσάκουσον φωνὴν ἀπηλπισμένων καὶ ῥῦσαι ἡμᾶς ἐκ χειρὸς τῶν πονηρευομένων καὶ ῥῦσαί με ἐκ τοῦ φόβου μου


Interlinear — horizontal

Below is an interlinear translation which follows the original scripture word for word. We are still working on the lexicon. Please contact us if you want to help.



Read from right to left


Interlinear — table

Below is an interlinear version in table form that follows the word order of the original text. Clicking on the Strongs number will show the words in their basic form (note that sometimes the grammar causes not only the endings to change, but also the initial letters of the word).


Strongs nr Hebrew English Grammar Code
H9001
H5674a
וַֽ (va)
יַּעֲבֹ֖ר (jaavór)
seq
to pass
Conj. Conjunktion

Verb Verb
qal wayyiqtol 3p sing. qal wayyiqtol (sequential imperfect) third person masculine singular

c
Vqw3ms
H4782
מָרְדֳּכָ֑י (maredókhaj)
Mordecai
Noun Noun
masculine
Name/Place name/place

Npm
H9001
H6213a
וַ (va)
יַּ֕עַשׂ (jaas)
seq
to make
Conj. Conjunktion

Verb Verb
qal wayyiqtol 3p sing. qal wayyiqtol (sequential imperfect) third person masculine singular

c
Vqw3ms
H9004
H3605
כְּ (ke)
כֹ֛ל (khól)
like
all
Prep. Preposition

Noun Noun
♂/♀ sing. masculine och feminine singular Absolute state

R
Ncbsa
H0834a
H9014
אֲשֶׁר (asher-)
־
which
link
Conj. Conjunktion

C
H6680
צִוְּתָ֥ה (tzioetah)
to command
Verb Verb
piel qatal 3p sing. piel qatal third person feminine singular

Vpp3fs
H5921a
H9033
עָלָ֖י (alaj)
ו (v)
upon
him
Prep. Preposition

Suffix Suffix
pron. 3p sing. Pronominal third person masculine singular

R
Sp3ms
H0635
H9016
H9018
אֶסְתֵּֽר (eseter)
׃
ס (s)
Esther
verseEnd
section
Noun Noun
feminine
Name/Place name/place

Npf

The color of the words tell you how rare the word is, the more red, the fewer uses.

Colorscale:  
1-5
|6-10
|11-50
|51-100
|101-500
|501-1000
|1000+

More translations


English:
 Biblegateway – Multiple English translations side by side
 Expanded Bible – Expanded translations with comments and references
 Amplified – The first expanded translation
 New International Version – One of the most popular English translations
 Complete Jewish Bible – Translation with many translitterated Jewish phrases
 American standard version
 New King James Version – One of the most common English translations, uses Textus Receptus
 Tree of Life Version – Messianic translation
 NET Bible – Has a lot of commentary, generous copyright policy
 The Voice – Reads like a script from a play
 Youngs Literal Translation – Word for word translation
 Bible Hub – Website with many English translations

Bible Hub:
 Luther's German Bible (1545)
 Multiple Spanish translations

Other Interlinear translations:
 Blueletterbible – Blueletterbible's interlinear version
 Bible Hub – Bible Hub's interlinear version

commentaries:
 Bible Hub – Commentaries on Biblehub
 Enduring Word – Commentaries on Enduring word (whole chapter)
 Rashi's Commentary – Jewish Commentary (whole chapter)